Friday, March 2, 2012

March 2, 2012 - Lenten Readings



Prayer of St. Ephraim
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας μή μοι δῷς.,
Πνεῦμα δὲ σωφροσύνης,ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.
Ναί, Κύριε Βασιλεῦ, δώρησαι μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Lord and Master of my life, give me not the spirit of sloth, idle curiosity, lust for power and idle talk.
But grant unto me, Thy servant, a spirit of whole-mindedness, humility, patience and love.
Yea, O Lord and King, grant me to see mine own faults and not to judge my brother. For blessed art Thou unto the ages of ages. Amen.


Reading from The Ladder of Divine Ascent
Κλίμαξ – 4:35-71
35. Ἀγγέλων, φησὶ, τὸ μὴ πίπτειν, ἴσως καὶ μὴ δυναμένων, ὥς φασί τινες· ἀνθρώπων δὲ τὸ πίπτειν, καὶ θᾶττον ἀνίστασθαι· ὁσάκις τοῦτο καὶ συμβαίη· δαιμόνων δὲ καὶ μόνον, τὸ πεσόντας μὴ ἐγείρεσθαι.
(697.) Ὁ τὴν διακονίαν τῆς μονῆς πεπιστευμένος [τοῦτό μοι] τεθάῤῥηκε· Νέου μου ὄντος, φησὶ, καὶ ἐν τῇ τῶν ἀλόγων φροντίδι διάγοντος, συνέβη πτῶμα κατενεχθῆναι [εἰς πτῶμα πεσεῖν] βαρύτατον ψυχῆς· ἐμοῦ δὲ σεσυνηθηκότος μηδέποτε κρύπτειν ὄφιν ἐν φωλεῷ καρδίας, τῷ ἰατρῷ τοῦτον τῆς κέρκου κρατήσας ἐστηλίτευσα· κέρκον δὲ λέγω τὸ τέλος τῆς πράξεως· ὁ δὲ μειδιῶν τῷ προσώπῳ φησὶν πρός με· Παίσας μου τὴν σιαγόνα μετρίως, ἄπιθι, τέκνον, ἔχου τῆς διακονίας σου, ὡς τὸ πρὶν, μηδὲν τὸ παράπαν δεδιώς. Ἐγὼ δὲ πίστει διαπύρῳ πεισθεὶς ἐν βραχείαις ἡμέραις τῆς ἰάσεως πληροφορίαν εἰληφὼς, ἔτρεχον τὴν ὁδόν μου χαίρων ἅμα καὶ τρέμων.
36. Κέκτηται πᾶσα τάξις κτιστῶν, ὥς φασί τινες, διαφορὰς διαφερόντων. Ἐπεὶ οὖν ἦσαν καὶ παρὰ τῇ συνόδῳ τῶν ἀδελφῶν προκοπῶν καὶ γνωμῶν διαφοραί· ἐπάν τινας τούτων ὁ ἰατρὸς φιλενδείκτας ἐπὶ ταῖς τῶν κατὰ κόσμον ἐν τῇ μονῇ ἐπιδημίαις ἐσημειοῦτο, καὶ τούτους ἐπὶ τούτων ἐσχάταις ὕβρεσι, καὶ διακονίαις ἀτιμοτέραις [ἐνώπιον ἐκείνων] περιέβαλλεν· ὥστε λοιπὸν δρομαίως ὑποχωρεῖν, ἡνίκα δ᾿ ἄν τινων τῶν κατὰ κόσμον ἐπιδημίαν ἔβλεπον· καὶ ἦν ἰδέσθαι ὑπερφυὲς τὸ γινόμενον, αὐτὴν τὴν κενοδοξίαν ἑαυτὴν ἐκδιώκουσαν, καὶ τῶν ἀνθρώπων ἀποκρύπτουσαν.
37. Μὴ στερῆσαί με Κύριος ὁσίου Πατρὸς εὐχῆς βουλόμενος, πρὸ μιᾶς ἑβδομάδος τῆς ἐμῆς τοῦ ὁσίου τόπου ἐξελεύσεως, προσελάβετο τὸν τὰ δεύτερα τοῦ ποιμένος διέποντα, ἄνδρα θαυμαστὸν, Μηνᾶν τοὔνομα, πεντήκοντα ἐννέα ἔτη ἔχοντα ἐν τῷ κοινοβίῳ, λοιπὸν διακονήσαντα πᾶσαν διακονίαν. Τῇ οὖν ἡμέρᾳ τῇ τρίτῃ, ἡμῶν τὸν συνήθη κανόνα τῆς τοῦ ὁσίου κοιμήσεως ἐπιτελούντων, ἐξαίφνης εὐωδιάζεται ὅλος ὁ χῶρος, ἐν ᾧ ὁ ὅσιος κατέκειτο. Ἐπέτρεψεν οὖν ὁ μέγας τὴν, ἐν ᾗ κατετέθη, θήκην ὁ ὅσιος ἀποσκεπάσαι ἡμᾶς· καὶ τούτου γενομένου, ὁρῶμεν πάντες ἐκ τῶν αὐτοῦ τιμίων πελμάτων δίκην δύο πηγῶν τὴν τοῦ μύρου εὐωδίαν ἐκπορευομένων. Τότε, φησὶν ὁ διδάσκαλος πρὸς πάντας, ὁρᾶτε; ἰδοὺ οἱ τῶν πόνων [ποδῶν] αὐτοῦ, καὶ κόπων ἱδρῶτες μύρον Θεῷ προσηνέχθησαν.
38. Καὶ ἀληθῶς. Καὶ ἄλλα τε πλεῖστα ἡμῖν περὶ αὐτοῦ τοῦ πανοσίου Μηνᾶ, οἱ τοῦ τόπου πατέρες κατορθώματα ἀπήγγειλαν, ἐν οἷς καὶ τοῦτο ἔλεγον.
Ὅτι φασί ποτε ὁ προεστὼς τὴν αὐτοῦ θεοδώρητον ὑπομονὴν δοκιμάσαι βουλόμενος, ἀνελθόντα αὐτὸν ἐν τῷ ἡγουμενείῳ, καὶ βαλόντα μετάνοιαν ἑσπέρας τῷ ἡγουμένῳ, παράθεσίν τε λαβεῖν συνήθως ἱκετεύοντα, εἴασεν αὐτὸν οὕτως χαμαὶ κείμενον ἄχρι τοῦ κανόνος ὥρας· τότε λοιπὸν αὐτὸν εὐλογήσας, καὶ λοιδορήσας ὡς φιλενδείκτην καὶ ἀνυπομόνητον ἀνέστησεν. Ἐγίνωσκε γὰρ ὁ ὅσιος, ὅτι ὑποφέρει γενναίως· διὸ καὶ τὸ δρᾶμα πρὸς οἰκοδομὴν πᾶσι πεποίηκεν. Ὁ δὲ τούτου ἡμᾶς τοῦ ὁσίου (700.) Μηνᾶ μαθητὴς ἐπληροφόρει ἡμᾶς τὰ κατὰ τὸν ἐπιστάτην [διδάσκαλον]. Διὸ καὶ, φησὶν, ἐμοῦ πολυπραγμονήσαντος αὐτὸν, εἰ ἄρα ἐν τῇ τοιαύτῃ πρὸς τὸν ἡγούμενον γονυκλισίᾳ ὕπνῳ κατηνέχθη, ἐπληροφόρει, φησὶν, ὡς ἅπαν τὸ Ψαλτήριον χαμαὶ κείμενον ἀποστηθίσαι.
39. Οὐ παρίδω ἐγὼ ἐγκαλλωπίσαι τὸν τοῦ λόγου στέφανον καὶ τῷ παρόντι σμαράγδῳ. Κεκίνηκά ποτε περὶ ἡσυχίας λόγον τισὶ τῶν ἀνδρειοτάτων γερόντων ἐκείνων· οἱ δὲ μειδιῶντι τῷ προσώπῳ, καὶ ἱλαρῷ ἤθει ἀστείως φασὶ πρός με· Ἡμεῖς, ὦ πάτερ Ἰωάννη, ὑλικοὶ ὄντες ὑλικωτέραν καὶ ἀγωγὴν μετερχόμεθα· ἐκεῖνο προκρίναντες, κατὰ τὸ μέτρον τῆς ἑαυτῶν ἀσθενείας καὶ τὸν πόλεμον ὑπελθεῖν· ἄμεινον λογισάμενοι ἀνθρώποις παλαίειν, τοῖς ποτε μὲν ἠγριωμένοις, ποτὲ δὲ μετανοοῦσι, καὶ μὴ δαίμοσι διὰ παντὸς πρὸς ἡμᾶς μαινομένοις καὶ ὁπλιζομένοις.
40. Ἕτερος δὲ αὖθις τῶν ἀειμνήστων, πολλὴν πρός με τὴν κατὰ Θεὸν ἀγάπην καὶ παῤῥησίαν κεκτημένος, φησί μοι μετ᾿ εὐμενείας· Εἰ ἄρασοι πρόσεστι, πάνσοφε, ἡ τοῦ εἰπόντος ἐν αἰσθήσει ψυχῆς ἐνέργεια, ὅτι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· εἰ Πνεῦμα ἅγιον δρόσου ἁγνείας κατὰ τὴν Παρθένον ἐπῆλθεν ἐπί σε· εἰ δύναμις Ὑψίστου ὑπομονῆς ἐπεσκίασέ σοι· ζῶσαι ὥσπερ ἀνὴρ (Χριστὸς ὁ Θεὸς) τὴν ὀσφύν σου λεντίῳ ὑπακοῆς, καὶ ἀναστὰς ἐκ τοῦ δείπνου τῆς ἡσυχίας νίψον πόδας ἀδελφῶν ἐν συντετριμμένῳ πνεύματι. Μᾶλλον δὲ κυλίου ὑπὸ πόδας συνοδίας ἐν καταβεβλημένῳ φρονήματι. Στῆσον πυλωροὺς ἀποτόμους, καὶ ἀΰπνους ἐν πύλῃ καρδίας σου· κράτει νοῦν ἀκράτητον ἐν περισπωμένῳ σώματι· ἄσκει νοερὰν ἡσυχίαν ἐν κινουμένοις καὶ σαλευομένοις μέλεσι. Τὸ πάντων παραδοξότατον, γίνου ἀπτόητος ψυχῇ μεταξὺ τῶν θορύβων· ἄγχε γλῶτταν προπηδᾷν ἐν ἀντιλογίαις μαινομένην· πάλαιε τῇ δεσποίνῃ ταύτῃ ἑβδομηκοντάκις ἑπτὰ τῆς ἡμέρας· πῆξον ἐν ξύλῳ ψυχῆς σταυρῷ νοῦν ἄκμονα δι᾿ ἀλλεπαλλήλων σφυρῶν καὶ κτύπων τυπτόμενον, ἐμπαιζόμενον, λοιδορούμενον, χλευαζόμενον, ἀδικούμενον, καὶ μηδαμῶς ἐκλυόμενον, μηδὲ θραῦσιν ὑπομένοντα· ἀλλ᾿ ὅλον λεῖον καὶ ἀκίνητον ὑπάρχοντα. Ἀπόδυσαι θέλημα ὡς αἰσχύνης περιβολὴν, καὶ γυμνὸς τούτου ἐν τῷ σκάμματι εἴσελθε. Τὸ σπάνιον, καὶ δυσεύρετον [δυσάρεστον]ἔνδυσαι πίστεως θώρακα, ὑπὸ ἀπιστίας πρὸς τὸν ἀγωνοθέτην μὴ διαλυόμενον, μηδὲ τιτρωσκόμενον κράτει χαλινῷ σωφροσύνης ἁφὴν ἀναιδῶς προπηδῶσαν· ἄγχε ὀφθαλμὸν μελέτῃ θανάτου, μεγέθη καὶ ὥραν σωμάτων περιεργάζεσθαι καθ᾿ ὥραν βουλόμενον· φίμου νοῦν περίεργον ἐν οἰκείᾳ μερίμνῃ τὸν ἀδελφὸνκατακρίνειν ἐν ἀμελεία βουλόμενον ἔγρων [alii (701.) εἴργων]· καὶ πᾶσαν ἀγάπην, καὶ συμπάθειαν πρὸς τὸν πλησίον ἀπλανῶς ἐμφανίζοντα.
Γνώσονται πάντες ἀληθῶς ἐν τούτῳ, ὦ προσφιλέστατε πάτερ, ὅτι Χριστοῦ μαθητὴς ὑπάρχεις τότε, ἐὰν ἐν συνοδίᾳ ἀγάπην ἔχωμεν ἐν ἀλλήλοις.
Δεῦρο, δεῦρο, πάλιν ἔλεγεν ὁ καλὸς φίλος, δεῦρο, συναυλίσθητι. Πίε [πίνε] μυκτηρισμὸν καθ᾿ ὥραν, ὥσπερ ὕδωρ ζῶν, ἐπειδὴ πάντα τὰ τερπνὰ ὑπὸ τὸν οὐρανὸν ὁ Δαβὶδ ἐξερευνήσας, ἔσχατον πάντων διαπορῶν ἔλεγεν. Ἰδοὺ δὴ τί καλὸν, καὶ τί τερπνόν; οὐδὲν ἄλλο ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐυό. Εἰ δὲ οὔπω τοῦ ἀγαθοῦ τῆς τοιαύτης ὑπομονῆς καὶ ὑπακοῆς ἠξιώθημεν, καλὸν λοιπὸν κἂν τὴν οἰκείαν ἀσθένειαν ἐπεγνωκότας, κατὰ μόνας πόῤῥω τοῦ ἀθλητικοῦ σταδίου ἱσταμένους τοὺς ἀθλοῦντας μακαρίζειν, καὶ τούτοις ὑπομονὴν εὔχεσθαι.
Ἡττήθην ἐγὼ καλῷ πατρὶ, καὶ διδασκάλῳ ἀρίστῳ εὐαγγελικῶς ἡμῖν καὶ προφητικῶς μαχησαμένῳ· μᾶλλον δὲ φιλικῶς, καὶ τὰ πρεσβεῖα [βραβεῖα] τῇ μακαρίᾳ ὑπακοῇ δοῦναι ἀναμφιβόλως τεθελήκαμεν. Μιᾶς δὲ ἔτι ὀνησιφόρου τῶν μακαρίων τούτων ἀρετῆς ἐπιμνησθεὶς, ὥσπερ ἐκ παραδείσου ἐξιὼν, πάλιν τὰ ἀκαλλῆ, καὶ ἀνησιφόρα ὑμῖν ἀκανθολογήματα παραθήσομαι.
41. Ἐν τῇ εὐχῇ πολλάκις ἡμῶν παρισταμένων, συντυχίας τινὰς ποιήσαντας ἐσημειώσατο ὁ μακάριος ποιμήν· οὓς ἐπὶ ἑβδοματιαῖον χρόνον πρὸ τῆς ἐκκλησίας στήσας, πᾶσι μετάνοιαν ποιεῖν παρεκέλευσε· τοῖς εἰσιοῦσί τε καὶ ἐξιοῦσι· καὶ τὸ δὴ θαυμαστότερον, καί τοιγε κληρικοὺς ὑπάρχοντας τοῦτ᾿ ἔστι πρεσβυτέρους.
42. Τινὰ τῶν ἀδελφῶν ὁρῶν σὺν αἰσθήσει καρδίας πλέω τῶν πολλῶν ἐν τῇ ψαλμῳδίᾳ περιστάμενον· καὶ μάλιστα ἐν τῇ πρωτολογίᾳ τῶν ὕμνων πρός τινας τοῖς ἑαυτοῦ ἤθεσι, καὶ τῷ προσώπῳ διαλεγόμενον, ἠρώτων τοῦ ἤθους τοῦ μακαρίου τὴν ἔννοιαν μαθεῖν. Ὁ δὲ γνοὺς ἵνα μὴ κρύπτειν ὠφελῆσαι, φησί· Τοὺς λογισμούς μου, πάτερ Ἰωάννη, καὶ τὸν νοῦν σὺν τῇ ψυχῇ εἴωθα ἐκ προοιμίων ἐπισυνάγειν, καὶ συγκαλῶν κράζειν τούτοις· Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ Χριστῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
43. Τὸν δὲ ἑστιάτορα τοῦτο ποιοῦντα κατέλαβον πολυπραγμονήσας· μικρὸν γὰρ πτύχιον ἐν τῇ ζώνῃ κρεμάμενον ἔχοντα ὁρῶν, ἔμαθον ὡς τοὺς ἑαυτοῦ καθ᾿ ἡμέραν σημειούμενος λογισμοὺς, τούτους πάντας τῷ ποιμένι ἐξαγγέλλει. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑτέρους πλείστους τῶν αὐτόθι τοῦτο ποιοῦντας ἐθεώμην· ἦν δὲ καὶ αὕτη ἐντολὴ τοῦ μεγάλου ὡς ἀκήκοα.
44. Ἐδιώχθη τις παρ᾿ αὐτοῦ ποτε τῶν ἀδελφῶν τὸν πλησίον πρὸς αὐτὸν διαβαλὼν ὡς φλύαρον καὶ λάλον. Ὁ δὲ προσεκαρτέρησε τῷ (704.) πυλῶνι τῆς μονῆς ἑβδοματιαῖον χρόνον δυσωπῶν εἰσόδου, καὶ συγχωρήσεως τυχεῖν· ὡς δὲ τοῦτο ἔμαθεν ὁ φιλόψυχος, περιεργασάμενος αὐτὸν, μηδὲν βεβρωκέναι ἐν ταῖς ἓξ ἡμέραις τὸ παράπαν, δηλοῖ αὐτῷ. Εἰ ὅλως ἐν τῇ μονῇ τὴν οἴκησιν ποιήσασθαι βούλει, ἐν τῇ τῶν μετανοούντων τάξει σε κατάξω. Ὡς δὲ ἀσμένως τοῦτο ἐδέξατο μετανοῶν, ἐκέλευσεν αὐτὸν ὁ ποιμὴν ἐν τῇ μονῇ τῇ ἰδιαζούσῃ τῶν ἐπὶ πτώμασι πενθούντων ἐπενεχθῆναι, ὅπερ καὶ γέγονεν. Ἐπεὶ δὲ τῆς εἰρημένης ἐμνήσθημεν μονῆς, διὰ βραχέων περὶαὐτῆς εἴπωμεν.
45. Τόπος μὲν ἦν ἀπὸ σημείου ἑνὸς τῆς μεγάλης μονῆς, φυλακὴ λεγομένη, ἀπαράκλητος· οὐκ ἦν ἐκεῖσε πώποτε καπνὸν ὀφθῆναι, οὐκ οἶνον, οὐκ ἔλαιον εἰς βρῶσιν, οὐχ ἕτερόν τι ἄλλο, ἢ ἄρτον, καὶ λεπτὰ λάχανα. Ἐν τούτῳ τοὺς μετὰ τὴν κλῆσιν συμποδιζομένους ἀπροΐτους κατέκλειεν· οὐχ ἅμα, ἀλλ᾿ ἰδίᾳ, καὶ χωρὶς, ἢ καὶ δύο τὸ πολὺ, ἕως οὗ ὁ κύριος αὐτὸν περὶ ἑκάστου ἐπληροφόρει· κατέστησε δὲ αὐτοῖς, καὶ τοποποιὸν μέγαν Ἰσαὰκ ὀνόματι, ὃς ἀπῄτει τὴν προσευχὴν ἀδιάλειπτον σχεδὸν τοὺς αὐτῷ παραδιδομένους· εἶχον δὲ καὶ θαλλοὺς πλείστους εἰς ἀκηδίας ἐμπόδιον. Οὗτος ὁ βίος, αὕτη ἡ κατάστασις· αὕτη ἡ διαγωγὴ τῶν ὄντως ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ·
46. τὸ μὲν θαυμάζειν τοὺς ἁγίων πόνους καλόν· τὸ δὲ ζηλοῦν σωτηρίας πρόξενον· τὸ δὲ ὑφ᾿ ἓν τὴν ἐκείνων μιμεῖσθαι θέλειν πολιτείαν, ἄλογον καὶ ἀμήχανον.
47. Δακνόμενοι μὲν ἐπὶ τοῖς ἐλέγχοις τῶν ἡμετέρων ἁμαρτημάτων μνημονεύσωμεν, ἄχρις οὗ ὁ Κύριος τὴν βίαν ἡμῶν τῶν βιαστῶν αὐτοῦ ὁρῶν [ἁμαρτίας] ταύτας ἐξαλείψει, καὶ τὴν δάκνουσαν ἡμᾶς ἐν τῇ καρδίᾳ ὀδύνην εἰς χαρὰν μεταποιήσει. Κατὰ γὰρ τὸ πλῆθος τῶν ὀδυνῶν μου, ἐν τῇ καρδίᾳ μου, φησὶν (κατὰ τοσοῦτον), αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Ἐν τῷ ἰδίω καιρῷ μὴ ἐπιλαθώμεθα τοῦ λέγοντος πρὸς Κύριον· Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς, καὶ κακὰς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς μετὰ τὸ πεσεῖν πάλιν ἀνήγαγές με.
48. Μακάριος ὃς διὰ Θεὸν καθ᾿ ἡμέρας λοιδορούμενος, καὶ ἐξουδενούμενος ἑαυτὸν ἐβιάσατο. Μετὰ μαρτύρων χορεύσει οὗτος, καὶ μετὰ ἀγγέλων παῤῥησιάσεται. Μακάριος μοναχὸς, ὃς πάσης ἀτιμίας καὶ ἐξουδενώσεως ἑαυτὸν ἄξιον καθ᾿ ὥραν λογίζεται· μακάριος ὃς τὸ ἑαυτοῦ θέλημα εἰς τέλος ἐνέκρωσε, καὶ τῷ ἐν κυρίῳ διδασκάλῳ τὴν ἑαυτοῦ ἐκδέδωκεν ἐπιμέλειαν· ἐκ δεξιῶν γὰρ τοῦ σταυρωθέντος σταθήσεται.
49. Εἴ τις ἔλεγχον δίκαιον, ἢ ἄδικον ἐξ ἑαυτοῦ ἀπεῤῥίψατο, οὗτος τὴν ἑαυτοῦ σωτηρίαν (705.) ἠρνήσατο. Εἰ δέ τις τοῦτον μετὰ πόνου, ἢ καὶ ἀπόνως κατεδέξατο, ταχέως τῆς τῶν ἑαυτοῦ πταισμάτων ἀφέσεως τεύξεται·
50. Θεῷ νοερῶς πρὸς τὸν σὸν πατέρα πίστιν, καὶ ἀγάπην εἰλικρινῶς ὑποδείκνυε, κἀκεῖνος ἀγνώστως τοῦτον λοιπὸν πληροφορήσει κατὰ τὴν σὴν πρὸς αὐτὸν διάθεσιν προστεθῆναι, καὶ οἰκειωθῆναί σοι. Ὁ πάντα ὄφιν στηλιτεύων πίστιν ἐναργῆ ἔδειξεν. Ὁ δὲ ἀποκρύπτων, εἰς ἀνοδίας ἔτι πεπλάνηται.
Τότε τὴν ἑαυτοῦ φιλαδελφίαν, καὶ κυρίως ἀγάπην ἐπιγνώσεταί τις, ὅταν ἑαυτὸν πενθοῦντα ἐπὶ τοῖς τοῦ ἀδελφοῦ σφάλμασιν ὄψεται· καὶ ὅταν ἀγαλλόμενον ἐπὶ ταῖς ἐκείνου προκοπαῖς, καὶ χαρίσμασιν.
53. Ὁ ἐν διαλέξει τὸν ἑαυτοῦ λόγον, κἂν ἀληθῆ λέγει, συστῆσαι θέλων καὶ βουλόμενος [στῆσαι βουλόμενος], γινωσκέτω τὸν τοῦ διαβόλου νόσον νοσεῖν. Καὶ εἰ μὲν ἐν τῇ πρὸς τοὺς ἴσους συλλαλιᾷ τοῦτο ἐργάζεται, ἴσως ἔστιν αὐτὸν ἰαθῆναι ἐκ τῆς τῶν μειζόνων ἐπιτιμίας. Εἰ δὲ καὶ πρὸς τοὺς μείζονας ἢ σοφωτέρους οὕτως διάκειται· παρὰ ἀνθρώπων τοῦτο ἀνίατον.
54. Ὁ λόγῳ μὴ ὑποβεβηκὼς, δῆλον ὅτι οὐδὲ ἔργῳ. Ὁ γὰρ ἐν ὀλίγῳ ἄπιστος, καὶ ἐν ἔργῳ ἄκλιτός ἐστι, μάτην κοπιῶν, καὶ τῆς ὁσίας ὑποταγῆς οὐδὲν, εἰ κρῖμα ἑαυτῷ, κομιζόμενος.
55. Εἴ τις τὸ ἑαυτοῦ συνειδὸς καθαρὸν εἰς ἄκρον εἰς τὴν παρὰ τοῦ πατρὸς ὑποταγὴν ἐκτήσατο· οὗτος λοιπὸν τὸν θάνατον ὥσπερ ὕπνον, μᾶλλον δὲ ζωὴν, καθ᾿ ἡμέραν ἐκδεχόμενος οὐ πτοεῖται· γινώσκων ἐν βεβαίῳ, ὡς οὐκ αὐτὸς ἐν καιρῷ τοῦ χωρισμοῦ, ἀλλὰ προεστὼς λογοθετηθήσεται.
56. Εἴ τις ἐν Κυρίῳ ἀβιάστως ἐκ τοῦ πατρὸς ἐγχείρημα διακονίας εἰληφὼς, ἀδόκητόν τι πέπονθεν ἐν αὐτῇ πρόσκομμα, μὴ τῷ δεδωκότι τὸ ὅπλον, ἀλλὰ τῷ δεξαμένῳ τὴν αἰτίαν ἐπιγράφοιτο. Εἴληφεν γὰρ ὅπλον πρὸς μάχην ἐχθροῦ, προσήνεγκε δὲ αὐτὸ τῇ ἑαυτοῦ καρδίᾳ. Εἰ δὲ βεβίασται [βεβίακεν]ἑαυτὸν διὰ Κύριον, καὶ τὴν ἑαυτοῦ ἀσθένειαν τῷ διδόντι προεῖπεν, θαρσείτω· κἂν γὰρ πέπτωκεν, οὐκ ἀπέθανε.
57. Λέληθα ὑμῖν, ὦ φίλοι, καὶ τοῦτον παραθεῖναι τὸν ἡδὺν τῆς ἀρετῆς ἄρτον, ὡς ἑώρακα [ἐκεῖ]ἐν Κυρίῳ ὑπηκόους ταῖς ὕβρεσιν ἑαυτοὺς ἐκτρίβοντας κατὰ Θεὸν ἀτιμάζοντας, ἵνα ἐπὶ ταῖς ἔξωθεν προσφερομέναις αὐτοῖς προπαρασκευασμένοι τυγχάνωσιν ἐπ᾿ ἀτιμίαις μὴ πτύρεσθαι·
58. ψυχὴ ἐξαγόρευσιν ἐννοουμένη, ὡς ὑπὸ χαλινοῦ, ὑπὸ ταύτης κατέχεται, μὴ ἁμαρτάνειν. Τὰ γὰρ ἀνεξαγόρευτα ὡς ἐν σκότει ἀδεῶς λοιπὸν πράττομεν.
59. Ὅταν τοῦ προεστῶτος ἀπόντος, τὸ αὐτοῦ πρόσωπον ἐξεικονίζοντες, τοῦτον παρίστασθαι ἡμῖν νομίζωμεν, καὶ πᾶσαν συντυχίαν, ἢ λόγον, ἢ βρῶσιν, ἢ ὕπνον, ἢ ἄλλο τι πρὸς ὃ ὑπειλήφαμεν ἀηδῶς αὐτὸν ἔχειν ἐν ἡμῖν ἀποστρεφώμεθα· τότε ἀληθῶς ἐγνώκαμεν ὑπακοὴν ἀνόθευτον. Οἱ μὲν νόθοι τῶν παίδων χαρὰν τὴν τοῦ διδασκάλου ἀπουσίαν· οἱ δὲ γνήσιοι ζημίαν ταύτην λογίζονται.
60. Ἠρώτησά ποτέ τινα τῶν δοκιμωτάτων δυσωπῶν, πῶς ἡ ὑπακοὴ τὴν ταπεινοσύνην κέκτηται· ὁ δέ φησι· Κἂν νεκροὺς ὁ εὐγνώμων ὑπήκοος (708.) ἀναστήσῃ· κἂν δάκρυον κτήσηται κἂν ἀπαλλαγὴν πολέμων, λογίζεται πάντως, ὅτι ἡ τοῦ πνευματικοῦ πατρὸς εὐχὴ τοῦτο ἐποίησε· καὶ μένει αὐτὸς ἐκ τῆς ματαίας οἰκήσεως ξένος, καὶ ἀλλότριος· Πῶς γὰρ ἂν καὶ ὑψωθήσεται ἐπ᾿ ἐκεῖνο, ὃ ἐξ ἑτέρας βοηθείας λέγει [λέγοι], πεποιηκέναι, καὶ οὐκ ἐκ τῆς αὐτοῦ σπουδῆς·
61. οὐκ οἶδεν ἡσυχαστὴς τὴν τῶν προειρημένων ἐργασίαν· τὰ δίκαια γὰρ πρὸς αὐτὸν ἡ οἴησις κέκτηται ἰδίᾳ σπουδῇ τὰ κατορθώματα αὐτῷ ὑποβάλλουσα ἐπιτελεῖν.
62. Δύο νενικηκὼς ὁ ὢν ἐν ὑποταγῇ δόλους, μένει λοιπὸν δοῦλος Χριστοῦ αἰώνιος ὑπήκοος·
63. πυκτεύει ὁ δαίμων τοὺς ὑπηκόους, ποτὲ μὲν μολυσμοῖς μολύνειν, καὶ σκληροκαρδίους ἐργάζεσθαι, τούτους ταραχώδεις παρὰ συνήθειαν γίνεσθαι ἐκμοχλεύων, ποτὲ δὲ ξηρούς τινας, καὶ ἀκάρπους, καὶ περὶ τὴν προσευχὴν ὀκνηροτέρους, ὑπνώδεις τε καὶ ἐσκοτισμένους, ἵν᾿ ὡς μηδὲν ἐκ τῆς ὑποταγῆς ὠφεληθέντας, ἀλλὰ καὶ κατόπιν βαδίσαντας, τῆς ἀθλήσεως ἀποσπάσῃ. Οὐ γὰρ συγχωρεῖ αὐτοῖς ἐννοεῖν, ὅτι πολλάκις ἡ τῶν δοκούντων ἐν ἡμῖν ἀγαθῶν οἰκονομικὴ ἀφαίρεσις βαθυτάτης ταπεινοφροσύνης γίνεται πρόξενος.
64. Ἀπεκρούσθη δι᾿ ὑπομονῆς πολλάκις παρά τισιν ὁ προλεχθεὶς ἀπατεών. Εἶτα ἔτι τούτου λαλοῦντος, ἕτερος ἄγγελος παραστὰς μετ᾿ ὀλίγον ἑτέρῳ τρόπῳ ἀπατᾷν ἡμᾶς δοκιμάζει.
65. Εἶδον ὑπηκόους εὐκατανύκτους, προσηνεῖς, ἐγκρατεῖς, σπουδαίους, ἀπολεμήτους, θερμοὺς ἐκ τῆς τοῦ πατρὸς σκέπης γεγονότας· οἷς οἱ δαίμονες ἐπιστάντες δυνατοὺς εἶναι λοιπὸν πρὸς ἡσυχίαν ὑπέσπειραν, ὡς πρὸς τέλειον λοιπὸν ἔπαθλον, καὶ πρὸς ἀπάθειαν δι᾿ ἐκείνης καταντῆσαι ἰσχύοντας· καὶ μέντοι ἀπατηθέντες τοῦ λιμένος ἐπὶ τὸ πέλαγος χωρήσαντες, ζάλης αὐτῆς καταλαβούσης, κυβερνητῶν μὴ εὐπορήσαντες, ἐλεεινῶς ὑπὸ τῆς θαλάσσης ταύτης τῆς ῥυπερᾶς καὶ ἁλμυρᾶς ἐκινδύνευσαν·

66. ἀνάγκη τὴν θάλασσαν ταραχθῆναι καὶ ἀγριωθῆναι, ἵνα τότε τὴν ὕλην, ἥνπερ οἱ ποταμοὶ τῶν παθῶν, καὶ τὸν χόρτον, καὶ πᾶσαν σαπρίαν ἐν αὐτῇ κατήγαγον, δι᾿ αὐτῶν πάλιν ἐν τῇ γῇ ἀποῤῥίψηται· ἐπισκεψώμεθα, καὶ εὑρήσομεν μετὰ τὴν ἐν τῇ θαλάσσῃ ζάλην βαθείαν γινομένην γαλήνην.

67. Ὅ ποτε μὲν ὑπακούων, ποτὲ δὲ παρακούων τοῦ πατρὸς, ὅμοιός ἐστι ἀνδρὶ τῷ ποτε μὲν κολλούριον, ποτὲ δὲ ἄσβεστον τῷ ἑαυτοῦ ὀφθαλμῷ προσάγοντι. Εἷς γὰρ, φησὶν, οἰκοδομῶν, καὶ εἶς καταλύων, τί ὠφέλησεν, ἀλλ᾿ ἢ κόπους;

68. Μὴ ἀπατῶ, ὦ υἱὲ ὑπάκοε Κυρίου, πνεύματι οἰήσεως, καὶ ὡς ἐξ ἑτέρου δῆθεν προσώπου τὰ σὰ πλημμελήματα τῷ διδασκάλῳ ἀπάγγελε. Οὐ γάρ ἐστιν ἐκτὸς αἰσχύνης, αἰσχύνης ἀπαλλαγῆναι. Γύμνου σὸν μώλωπα τῷ ἰατρῷ· εἰπὲ, καὶ μὴ αἰσχυνθῇς. Ἐμὸν τὸ τραῦμα, πάτερ· ἐμὴ ἡ πληγή· ἐξ οἰκείας ῥᾳθυμίας, καὶ οὐκ ἐξ ἑτέρου προσγενομένη· οὐδεὶς ταύτης αἴτιος· οὐκ ἄνθρωπος, οὐ πνεῦμα, οὐ σῶμα, οὔ τι ἕτερον, ἀλλ᾿ ἡ ἐμὴ ἀμέλεια.

69. Γίνου καὶ τῷ εἴδει καὶ τῷ λογισμῶ ὡς κατάδικος ἐπὶ τῇ ἐξομολογήσει· εἰς γῆν (709.) νενευκὼς, καὶ εἰ δυνατὸν, τοὺς τοῦ κριτοῦ καὶ ἰατροῦ πόδας, ὡς τοῦ Χριστοῦ, δάκρυσι βρέχων. Ἔθος πολλάκις τοῖς δαίμοσιν, ἢ μὴ ἐξομολογεῖσθαι ἡμᾶς ὑποβάλλειν· ἢ ὡς ἐκ προσώπου ἑτέρου τοῦτο ποιεῖν· ἢ τινὰς ἐπὶ τῇ ἑαυτῶν ἁμαρτίᾳ καταμέμφεσθαι ὡς αἰτίους.
70. Εἰ πάντα συνηθείᾳ ἤρτηνται, καὶ ἐπακολουθοῦσι, πολλῷ πλέον πάντως τὰ ἀγαθὰ, ὡς μέγαν συνεργὸν ἔχοντα τὸν Θεόν.
71. Οὐ κοπιάσεις, υἱὲ, ἐν πολλοῖς ἔτεσιν εὑρεῖν ἐν σοὶ τὴν μακαρίαν ἀνάπαυσιν, ἐὰν ἐν ἀρχαῖς ὁλοψύχως ἑαυτὸν ἀτιμίαις ἐκδώσῃς.